Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.127 Joseph. AJ 5.132 (English) >>Joseph. AJ 5.138

5.130

δʼ Ἐφρὰν πολιορκοῦσα Βήθηλα τέλος οὐδὲν ἄξιον τοῦ χρόνου καὶ τῶν πόνων ηὕρισκε τῆς πολιορκίας, οἱ δὲ καίπερ ἀχθόμενοι τῇ καθέδρᾳ προσεκαρτέρουν. 5.131ἔπειτα συλλαβόντες τινὰ τῶν ἐν τῇ πόλει προελθόντα ἐπὶ κομιδῇ τῶν ἀναγκαίων τινὰς πίστεις ἔδοσαν αὐτῷ παραδιδόντι τὴν πόλιν σώσειν αὐτόν τε καὶ τοὺς συγγενεῖς αὐτοῦ. κἀκεῖνος ἐπὶ τούτοις ὤμνυε τὴν πόλιν αὐτοῖς ἐγχειριεῖν. καὶ μὲν οὕτως προδοὺς σώζεται μετὰ τῶν οἰκείων, οἱ δὲ ἀποκτείναντες ἅπαντας τοὺς ἐνοικοῦντας εἶχον τὴν πόλιν. 5.132

Καὶ μετὰ ταῦτα πρὸς μὲν τοὺς πολεμίους μαλακῶς εἶχον οἱ Ἰσραηλῖται, τῆς δὲ γῆς καὶ τῶν ταύτης ἔργων ἐπεμελοῦντο. τῶν δὲ κατὰ τὸν πλοῦτον αὐτοῖς ἐπιδιδόντων ὑπὸ τρυφῆς καὶ ἡδονῆς τοῦ κόσμου ὠλιγώρουν καὶ τῆς πολιτείας τῶν νόμων οὐκέτʼ ἦσαν ἀκριβεῖς ἀκροαταί. 5.133παροξυνθὲν δʼ ἐπὶ τούτοις τὸ θεῖον ἀναιρεῖ, πρῶτον μὲν ὡς φείσαιντο παρὰ τὴν αὐτοῦ γνώμην τῶν Χαναναίων, ἔπειθʼ ὡς ἐκεῖνοι χρήσοιντο πολλῇ κατʼ αὐτῶν ὠμότητι καιροῦ λαβόμενοι. 5.134οἱ δὲ καὶ πρὸς τὰ παρὰ τοῦ θεοῦ δυσθύμως εἶχον καὶ πρὸς τὸ πολεμεῖν ἀηδῶς πολλά τε παρὰ τῶν Χαναναίων λαβόντες καὶ πρὸς τοὺς πόνους ἤδη διὰ τὴν τρυφὴν ἐκλελυμένοι. 5.135καὶ συνέβαινεν ἤδη τὴν ἀριστοκρατίαν διεφθάρθαι, καὶ τὰς γερουσίας οὐκ ἀπεδείκνυσαν οὐδʼ ἀρχὴν ἄλλην οὐδεμίαν τῶν πρότερον νενομισμένων, ἦσαν δὲ ἐν τοῖς ἀγροῖς ἡδονῇ τοῦ κερδαίνειν προσδεδεμένοι. καὶ διὰ τὴν πολλὴν ἄδειαν στάσις αὐτοὺς πάλιν καταλαμβάνει δεινὴ καὶ προήχθησαν εἰς τὸ πολεμεῖν ἀλλήλοις ἐκ τοιαύτης αἰτίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.127 Joseph. AJ 5.132 (English) >>Joseph. AJ 5.138

Powered by PhiloLogic